Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.70 | Joseph. BJ 4.77 (English) | >>Joseph. BJ 4.84 |
4.74ἦν δʼ ἥ τε κορυφὴ πάντοθεν πετρώδης καὶ δύσβατος , εἰς ἄπειρον ὕψος ἐπηρμένη , καὶ πανταχόθεν † τοῦ βάθους κατέγεμεν περιειλημμένη κρημνοῖς κατέτεμνόν τε .
4.75ἐνταῦθα τοὺς προσβαίνοντας οἱ Ἰουδαῖοι τοῖς τε ἄλλοις βέλεσι καὶ πέτρας κατακυλινδοῦντες ἐκάκουν · αὐτοὶ δὲ διʼ ὕψος ἦσαν δυσέφικτοι βέλει .
4.76γίνεται δὲ πρὸς ἀπώλειαν αὐτῶν ἄντικρυς θύελλα δαιμόνιος , ἣ τὰ μὲν Ῥωμαίων ἔφερεν εἰς αὐτοὺς βέλη , τὰ δὲ αὐτῶν ἀνέστρεφεν καὶ πλάγια παρέσυρεν .
4.77οὔτε δὲ τοῖς ὑποκρήμνοις ἐφίστασθαι διὰ τὴν βίαν ἐδύναντο τοῦ πνεύματος μηδὲν ἑδραῖον ἔχοντες , οὔτε τοὺς προσβαίνοντας
-- -- ἐπαναβαίνουσι δὲ Ῥωμαῖοι , καὶ περισχόντες οὓς μὲν ἀμυνομένους ἔφθανον , οὓς δὲ χεῖρας προΐσχοντας · ἐτόνου δὲ τὸν θυμὸν αὐτοῖς ἐπὶ πάντας ἡ μνήμη τῶν ἐπὶ τῆς πρώτης εἰσβολῆς ἀπολωλότων .
4.79ἀπογινώσκοντες δὲ τὴν σωτηρίαν πανταχόθεν οἱ πολλοὶ περισχόμενοι τέκνα καὶ γυναῖκας αὑτούς τε κατεκρήμνιζον εἰς τὴν φάραγγα · βαθυτάτη δʼ αὕτη κατὰ τὴν ἄκραν ὑπορώρυκτο .
4.80συνέβη δὲ τὴν Ῥωμαίων ὀργὴν τῆς εἰς ἑαυτοὺς ἀπονοίας τῶν ἁλόντων πρᾳοτέραν φανῆναι · τετρακισχίλιοι μέν γε ὑπὸ τούτων ἐσφάγησαν , οἱ δὲ ῥίψαντες ἑαυτοὺς ὑπὲρ πεντακισχιλίους εὑρέθησαν .
4.81διεσώθη δὲ πλὴν δύο γυναικῶν οὐδείς · τῆς Φιλίππου δὲ ἦσαν ἀδελφῆς θυγατέρες αὗται , αὐτὸς δὲ ὁ Φίλιππος Ἰακίμου τινὸς ἀνδρὸς ἐπισήμου , τετραρχήσαντος Ἀγρίππᾳ τῷ βασιλεῖ .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.70 | Joseph. BJ 4.77 (English) | >>Joseph. BJ 4.84 |